Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Οἱ τῆς ἁγνείας ἐρασταὶ δεῦτε συνέλθωμεν, καὶ καθαραῖς ἐν διανοίαις ἀναμέλψωμεν, τῆς ἁγνείας στήλην ἔκλαμπρον τὴν ἁγίαν καὶ σοφήν, Αἰκατερίναν ὡς ποθήσασαν, τὸν Νυμφίον ἐκ ψυχῆς, ἁγνείας στήριγμα καὶ βοήσωμεν· Χαίροις Κόρη πανάφθορε.
Ἄνω ψυχῆς τὸ ὄμμα, διαθέσεις τε πάσας ἐπάρωμεν ἀγνείας οἱ φίλοι (γ΄)· οἰκολογῆσαι μέλλοντες νῦν, τοῦ Χριστοῦ τὴν νύμφην καὶ Μάρτυρα, τὴν ἔνδοξον καὶ πάνσοφον Αἰκατερίναν ἐκβοῶντες ταῦτα·
Χαῖρε, σοφή, σοφίαν ποθοῦσα·
χαῖρε, ἁγνή, ἁγνείαν ὡς σχοῦσα.
Χαῖρε, τοῦ Νυμφίου Χριστοῦ νύμφη ἄφθορε·
χαῖρε, τῆς ἁγνείας, ναὸς ὀ περίκλυτος.
Χαῖρε, ὕψει τῆς σοφίας σου, ὅτι γάνυται Θεός·
χαῖρε, βάθει σῆς συνέσεως, ὅτι σώζονται πολλοί.
Χαῖρε, εἲπερ τις ἄλλος, τὸν Χριστὸν ἐρασθεῖσα·
χαῖρε, εἲπερ τις πόθου, πρὸς Αὐτὸν κεκτημένη.
Χαῖρε, ἀστήρ, ἀῤῥήτου ἀγνότητος·
χαῖρε, σπινθήρ, ἀνάπτων τὴν ἔφεσιν.
Χαῖρε, ναέ, ἐνῷ ᾤκησε Κτίστης·
χαῖρε, φημί, τοῦ Χριστοῦ μου ἡ νύμφη.
Χαῖρε, Κόρη πανάφθορε.
Βλέποντές σου τὴν χάριν, οἱ τῆς πλάνης προστάται, θεόθεν δαψιλῶς δωρουμένην, τὴν πλάνην ἀπέπτυσαν εὐθύς, καὶ γὰρ τοῦ Χριστοῦ σὺ τὰ μεγαλεῖα, γλώσσῃ σου ἐρητόρευες προτρέπουσα τοὺς πάντας κράζειν·
Ἀλληλούϊα.
Γνόντες Χριστοῦ τὴν πίστιν, τῶν εἰδώλων οἱ πρῶτοι, ἐν μέσῳ τῶν ἀπίστων ἐβόων· εἷς ἐστὶ τῶν πάντων Θεός, Ὃν Αἰκατερίνα ἐκτρανοῖ κράτιστα, πρὸς Ὃν ἡμεῖς πιστεύσαντες, βοῶμεν πρὸς αὐτὴν τοιαῦτα·
Χαῖρε, δι’ ἧς ἐῤῥύσθημεν πλάνης·
χαῖρε, δι’ ἧς τὴν πίστιν πλουτοῦμεν.
Χαῖρε, τὸν Χριστόν, διὰ σοῦ ὡς ἐπέγνωμεν·
χαῖρε, τὸν ἐχθρόν, διὰ σοῦ ὡς νικήσαντες.
Χαῖρε, Κόρη, πρὸν τὴν ἄθλησιν ὑπαλείψασα ἡμᾶς·
χαῖρε, Μάρτυς, πρὸς μαρτύριον, ἡ ὀτρύνασα καλῶς.
Χαῖρε, ὅτι χωροῦμεν διὰ σοῦ ἐν τοῖς ἄθλοις·
χαῖρε, ὅτι τρυγῶμεν διὰ σοῦ ἀφθαρσίαν.
Χαῖρε, ἰσχύς, πολλοὺς ἐπιῤῥώσασα·
χαῖρε, ἡμῶν ἀθλούντων ἀντίληψις.
Χαῖρε, ἡμῶν στρατηγέ, ὦ παρθένε·
χαῖρε, καλὴ τοῦ ἀγώνος ἡγέτις.
Χαῖρε, Κόρη πανάφθορε.
Δέμας ἁγνός σου Κόρη, εἰς Σινᾶ μετετέθη τὸ ὄρος, εὐμοιροῦν ἀφθαρσίαν, δι’ Ἀγγέλου ὡς οἶδε Θεός, θαῦμα μέγιστον! Σαφὲς τεκμήριον, τῆς σῆς ὑπεραγνείας, δι’ ἧς ἥδεται Χριστός, ἀκούων ὕμνον.
Ἀλληλούϊα.
Ἔχαιρες τοῖς βασάνοις Μάρτυς Αἰκατερίνα, ἀθλοῦσα ὑπὲρ σοῦ Νυμφίου, τέτρωμαι Νυμφίε μου Χριστέ, σῆς ἀγάπης· ἐβόας· έγώ, ἥδιστα οὖν ἐκδαπανηθήσομαι, ὑπὲρ σοῦ παρ’ οὗ ἀκούω·
Χαῖρε, σοφὴ Αἰκατερίνα·
χαῖρε, Μαρτύρων μου, μέγα εὖχος.
Χαῖρε, βασιλείας μου, ῥόδον πανεύοσμον·
χαῖρε, ἀϋλίᾳ μου, μέτοχος πάνσοφε.
Χαῖρε, ὅτι προεδήλου σε, ἀσματίζων Σολομῶν·
χαῖρε, νύμφη γενομένη μοι, ἐκ παστῶν μαρτυρικῶν.
Χαῖρε, Αἰκατερίνα, τρόπαια ἁραμένη·
χαῖρε, Παρθενομάρτυς, πάθος μου μιμουμένη.
Χαῖρε, κρατήρ, ἐμῆς ἀγαπήσεως·
χαῖρε, φορεῦ, ἀπάντων χαρίτων μου.
Χαῖρε, δι’ ἧς ἥδομαι τῇ ἀγάπῃ· χαῖρε, δι’ ἧς γάνυμαι ψυχῆς ὥρᾳ.
Χαῖρε, Κόρη πανάφθορε.
Ζῇς ἐν Θεῷ τῷ ζῶντι, εἰς αἰῶνα αἰῶνος, ἐκ πάντων σαββατίζουσα Μάρτυς, ὑπερεύχου οὖν καὶ ἡμῶν, ζωῆς Αἰκατερίνα σὺν σοὶ τεύξασθαι, τῆς θείας καὶ ἀμείνονος, συμψάλλειν τε τὸν ὕμνον·
Ἀλληλούϊα.
Ἤκω σου προσκυνήσων, τὴν πανσέβαστον μνήμην, ἐν ᾗ προνοίᾳ Θεοῦ ἐτέχθην, γενέθλιον ἡμέραν τελῶν, προστάτις μου Κόρη ἐς ἀεὶ φάνηθι, τὰ δυσχερῆ τοῦ βίου ὀμαλίζουσα, ἵνα σοι κράζω·
Χαῖρε, ἡ προστάτις μου θεόθεν·
χαῖρε, ἣ τε φύλαξ μου ἀρχῆθεν.
Χαῖρε, συντηροῦσά με Κτίστου τῇ χάριτι·
χαῖρε, ἀρχεκάκου με δράκοντος σώζουσα.
Χαῖρε, ἔωθεν του βίου μου, φύλαξ, πρέσβυς ἀκλινής·
χαῖρε, Μάρτυς, προστασία μου, ἕως πνέω διαρκής.
Χαῖρε, Αἰκατερίνα, παρακλῆτορ ἀρίστη·
χαῖρε, κόρη παρθένε, τῶν παρθένων ἡ δόξα.
Χαῖρε, ἐκ βρέφους με προστατεύουσα·
χαῖρε, εἰς τέλος με ἐπιβλέπουσα.
Χαῖρε, δι’ ἧς περισώζομαι κόρη·
χαῖρε, δι’ ἧς τὴν ἀσφάλειαν ἔχω.
Χαῖρε, Κόρη πανάφθορε.
Θεοπόθητε κόρη, θεοτίμητε ὄντως, θεόστεπτε Θεὸς στεφανοῖς σε, ὡς ἀθλήσασαν θεοπρεπῶς, καὶ ὡς νύμφην ἑαυτοῦ τιμῶσάν σε, εἰσήγαγε, εἰς τὰ θεῖα βασίλεια, ἔνθα τὸ θεῖον ὕμνον ψάλλεις·
Ἀλληλούϊα.
Ἴσον οὐδὲν ἐν βίῳ, τοῦ Χριστοῦ τῆς ἀγάπης προέκρινας, διὸ μακαρία, πάθος παθοῦσα ἀπαθές, τοῦ Νυμφίου σου τοῦ ἀπαθοῦς, τοῦτον ὡμολόγησας σταδίῳ, καὶ νῦν ᾄδουσί σοι πάντες πίστει·
Χαῖρε, παθοῦσα ἀπαθὲς πάθος·
χαῖρε, Χριστὸν ποθήσασα μόνον.
Χαῖρε, ἀπαθείας βυθὲ ἀθεώρητε·
χαῖρε, εὐπαθείας εὐπαθείαν τρέψασα.
Χαῖρε, πάθος, ὅτι ἔπαθες, τὴν ἀπάθειαν πλουτοῦν·
χαῖρε, πάθος ἡ ζηλώσασα, τοῦ Νυμφίου σου Χριστοῦ.
Χαῖρε, τοῦ Σταυρωθέντος ἐρασθεῖσα τοῦ κάλλους·
χαῖρε, τοῦ Ἀναστάντος μετασχοῦσα τῆς δόξης.
Χαῖρε, πυρσέ, πυρσεύων ἀπάθειαν·
χαῖρε, ἁγνή, ἁγνείαν φιλήσασα.
Χαῖρε, δαψιλείαν χάριτος σχοῦσα·
χαῖρε, εὐμένειαν Κτίστου πλουτοῦσα.
Χαῖρε, Κόρη πανάφθορε.
Κύριον τὸν Θεόν σου, ἐφίλησας μακαρία, τὸν πρῶτον σὲ φιλήσαντα Κόρη, ὅθεν τὴν ἀγάπην τὴν αὐτοῦ, Κόρη ἐκδηλοῦσα ἐν τῷ σκάμματι, ὑπέστης τὸ μαρτύριον γενναίως ᾄδουσα τὸν ὕμνον·
Ἀλληλούϊα.
Λύσιν οὐ καθυπέστη, ἡ ἀγάπη σου Μάρτυς, ἣν ἔσχες ὑπὲρ τοῦ σοῦ Νυμφίου, τεμνομένων οὖν τῶν μελῶν ἔχαιρες τὴν ἕνωσιν αὐτοῦ, τὴν ἐν οὐρανῷ λογιζομένη, ᾧ συνδοξασθεῖσα ἀκούεις·
Χαῖρε, σφαγὴν ἡ καθυποστάσα·
χαῖρε, θυσία Χριστῷ ἀχθεῖσα.
Χαῖρε, ὑψηλὸν ὑποστᾶσα μαρτύριον·
χαῖρε, τὴν περίβλεπτον πάλην τελέσασα.
Χαῖρε, τὸν ἡμᾶς φιλήσαντα, ἡ φιλήσασα θερμῶς·
χαῖρε, κόρη τὸν φιλούμενον, ἐρασθεῖσα φλογερῶς.
Χαῖρε, Αἰκατερίνα, ἐρασμία τοῖς πᾶσι·
χαῖρε, τρισμακαρία, ποθητὴ καὶ Αγγέλοις.
Χαῖρε, πνοή, ζωή, ἀγαπῶσί σε·
χαῖρε, ἐλπίς, γλυκεῖα σὲ μέλπουσι.
Χαῖρε, δι’ ἧς καθαιρόμεθα φρένας·
χαῖρε, δι’ ἧς κουφιζόμεθα κόρη.
Χαῖρε, Κόρη πανάφθορε.
Μέλλοντα ὁ προβλέπων, καὶ καρδίας γινώσκων, αὐτὰς τὰς διαθέσεις σου οἶδε, ἀποστρέφεταί σε οὖν σαφῶς, ἐποφθείς σοι βρέφος ὅπως ἀπιστίας ἐξαγάγῃ, βαπτισθεῖσα δὲ νῦν ψάλλεις ἔνθους τὸν ὕμνον·
Ἀλληλούϊα.
Νέον παιδίον βρέφος, ὄντα πρὸ τῶν αἰώνων, εἰκότως δεὶ λατρεύειν ἐκβόας, παραιτεῖσθαι τοὺς δαίμονας δέ, οἳ κακουργοῦντες, βροτῶν τὰ βρέφη ἤσθιον, ὅθεν ὡς θεολόγον σε, τιμῶμεν οἱ πιστοὶ τοιῶσδε·
Χαῖρε, τιμῶσα τὸν βρεφωθέντα·
χαῖρε, τῆς δόξης Αὐτοῦ τυχοῦσα.
Χαῖρε, ὁπτασίας τῆς τούτου ὡς ἔτυχες·
χαῖρε, τὴν θεότητα δ’ αὖθις νοήσασα.
Χαῖρε, βρέφος τὸν Φιλάνθρωπον, κατιδοῦσα ἀληθῶς·
χαῖρε, γνώστην ὡς ἐπέγνωκας, τῶν κρυφίων καὶ Θεόν.
Χαῖρε, τῆς Θεοτόκου κατιδοῦσα τὴν ὄψιν·
χαῖρε, ὦ εὐμενείας! ἧς τετύχηκας Κόρη.
Χαῖρε, Ἁγνῆς Παρθένου ἀκόλουθος·
χαῖρε, Μητρὸς Κυρίου ἐπέραστος.
Χαῖρε, Ἁγνῆς τὸν Υἱὸν νυμφευθεῖσα·
χαῖρε, Αὐτοῦ τὸν Σταυρὸν ἐρασθεῖσα.
Χαῖρε, Κόρη πανάφθορε.
Ξένα ῥήματα πάνυ, καὶ παράδοξα ὅλως, ἀκούσωμεν ὦ ἄνθρωποι δεῦτε, ῥητορεύει Αἰκατερίνα ἡ σοφή, σοφίαν ξένην καὶ ὑπεράνθρωπον, πίπτουσι δὲ ῥήτορες πρὸ ταύτης, καὶ ᾄδεται ὕμνος·
Ἀλληλούϊα.
Ὅλην κατέσχες ὅλην, ἐπιστήμην σοφίαν, τὴν ἄνω καὶ τὴν κάτω θεόφρον, διὸ φρόνημα ἀῤῥενωπόν, ἀναλαβοῦσα θεοπρεπὲς πάνσοφε, ἠρίστευσας κατὰ τοῦ ἀρχεκάκου, διὸ ἀκούεις·
Χαῖρε, ὦ εὖγε τῆς εὐφυΐας·
χαῖρε, ὑπερεῦγε εὐγλωττίας.
Χαῖρε, τῆς ἀνδρείας, δι’ ἧσπερ ἠρίστευσας·
χαῖρε, εὐφραδείας, δι’ ἧς ἐῤῥητόρευσας.
Χαῖρε, ὅτι τὰ ἀνέφικτα ῥητόρσιν, διατρανοῖς·
χαῖρε, ὅτι ὑπεράνθρωπα τοῖς ἐν γῇ, μυσταγωγεῖς.
Χαῖρε, ἀνδρισαμένη γυναικείᾳ ἐν ὕλῃ·
χαῖρε, Μεγαλομάρτυς, ἐποφθεῖσα τῇ πάλῃ.
Χαῖρε, πλοκὰς δυσλύτους ἡ ῥήξασα·
χαῖρε, φθογγή, τορῶς διηχήσασα.
Χαῖρε, σοφῶν, σοφωτέρα φανεῖσα·
χαῖρε, πρεσβύτας, νικήσασα γνώσει.
Χαῖρε, Κόρη πανάφθορε.
Πάσας τὰς διαθέσεις καὶ τὴν ἔφεσιν πᾶσαν, καὶ πάντα τὰ νοήματα Μάρτυς, ᾐχμαλώτευσας εἰς ὑπακοὴν τοῦ Χριστοῦ, διὸ πρὸς τὸ μαρτύριον ἐκεῖνο τὸ περίβλεπτον ἐχώρησας Αἰκατερίνα, κράζουσα·
Ἀλληλούϊα.
Ῥᾶον καθηρεμοῦσα, προσχαρὴς πρὸς τὸ σκάμμα, εἰσῆλθες σοφὴ Αἰκατερίνα, μεγαλόφρων φανεῖσ’ ἀληθῶς Μαξεντίου κολακείαις μὴ εἴξασα, διό σου οὐρανὸς καὶ γῆ κροτοῦσι νῦν τοὺς ἄθλους οὕτω·
Χαῖρε, σοφή, παρθένος, καὶ Μάρτυς·
χαῖρε, ὦ καλὰ τρία πλουτούσα.
Χαῖρε, τὸν Μαξέντιον ὅλως μὴ πτήξασα·
χαῖρε, πρὸς σφαγήν σου, δημίους προτρέπουσα.
Χαῖρε, ἡ τὸν Πορφυρίωνα, δείξασα χριστιανόν·
χαῖρε, αὖθις τὴν Αὐγούσταν τε, Μάρτυρα τοῦ Ἰησοῦ.
Χαῖρε, μὴ μαλαχθεῖσα κολακείαις οὐδόλως·
χαῖρε, τοῦ βασιλέως ἀπειλαῖς, μὴ ἐνδοῦσα.
Χαῖρε, φρικτοὺς ἀγῶνας τελέσασα·
χαῖρε, πληθὺς βασάνων περάνασα.
Χαῖρε, διότι κροτεῖ οὐρανός σε·
χαῖρε, ὡς ὅτι ἡ γῆ ἐπαινεῖ σε.
Χαῖρε, Κόρη πανάφθορε.
Σῶμα παρθενικόν σου, ὁ Φιλάνθρωπος Πλάστης, οὐκ ἔφερεν τροχούμενον βλέπων, τρέφει σε διὰ περιστερᾶς, τὴν ἀθώαν περιστερὰν καὶ ἄχολον, οὖσαν ἐν ζοφερᾷ εἱρκτῇ καὶ βοῶσαν ἐν ἀγαλλιάσει·
Ἀλληλούϊα.
Τάγματα τῶν Ἀγγέλων, λαβὼν πάντα ὁ Κτίστης, στηρίζει σε ἐγκάθειρκτον οὖσα, θάρσει λέγων ὦ θύγατερ ἐμή, Μαξέντιον ὅλως μὴ πτοηθῆς σοφή, τῇ χάριτί μου μέλλεις γάρ, αἰσχῦναι τοῦτον καὶ ἀκούσῃ ταῦτα·
Χαῖρε, τὸ πλῆγμα τοῦ Μαξεντίου·
χαῖρε, ἡ δόξα τοῦ Σταυρωθέντος.
Χαῖρε, Μαξεντίου χλευάσασα ἄνοιαν·
χαῖρε, τοῦ Κυρίου κηρύξασα ὄνομα.
Χαῖρε, ὅτι τὸν Μαξέντιον, σῇ ἐνστάσει θανατοῖς·
χαῖρε, ὅτι τὸν Φιλάνθρωπον, ῥύστην πάντων ἐκτρανοῖς.
Χαῖρε, τοῦ Μαξεντίου ἀφαρπάσασα πλείστους·
χαῖρε, Χριστοῦ Σωτῆρος ἐπαυξήσασα ποίμνην.
Χαῖρε, πρηστήρ, ὁ φλέξας Μαξέντιον·
χαῖρε, πηγή, Χριστοῦ τοῖς διδάγμασι.
Χαῖρε, τροχοὺς παίξασα Μαξεντίου·
χαῖρε, τρυφὰς ἔχουσα τοῦ Κυρίου.
Χαῖρε, Κόρη πανάφθορε.
Ὕμνος πρέπει σοι Κόρη, τὴν πρὸς ὕμνον Κυρίου, ἐγείρασαν ἐπάπειρα πλήθη, ὁρῶντα γάρ σου τὰ ὑπερφυῆ θαύματα, ἐβόων ὡς ὄντως μέγας ὁ τῶν χριστιανῶν Θεὸς καὶ ἀκατάληπτος, ᾄσωμεν οὖν αὐτῷ·
Ἀλληλούϊα.
Φωτιζόμενοι φρένας, οἱ λαοὶ θαυμασίως, ἐνήγοντο Κυρίου τῇ πίστει, πρὸς σφαγὴν δὲ ὁμοθυμαδὸν ἔτρεχον δοξάζοντες Θεόν, ἐν ἑνὶ στόματι ἀγαλλιώμενοι, τῇ Μάρτυρι δὲ ἐπεβόων·
Χαῖρε, τὸ φῶς τοῖς ἐν ἀπιστίᾳ·
χαῖρε, ἡ γνῶσις τοῖς ἐν ἁγνοίᾳ.
Χαῖρε, ἀπιστίας δεσμῶν ἡμᾶς λύσασα·
χαῖρε, ἀσεβείας κρημνῶν ἀφαρπάσασα.
Χαῖρε, θαυματοποιΐαις σου, ὅτι ἤχθημεν εἰς φῶς·
χαῖρε, γλώσσης σου τῇ χάριτι, ἐφελκύσασα ἡμᾶς.
Χαῖρε, Αἰκατερίνα, τριχῶς στεφανωθεῖσα·
χαῖρε, ὥσπερ παρθένος, ὡς σοφή, καὶ ὡς Μάρτυς.
Χαῖρε, σφαγῆς Μαρτύρων τρυφήσασα·
χαῖρε, τῆς δόξης τούτων μετέχουσα.
Χαῖρε, δι’ ἧς σου τῇ κλήσει τρυφῶμεν·
χαῖρε, δι’ ἧς ἐξισχύομεν πάντα.
Χαῖρε, Κόρη πανάφθορε.
Χάριν σὴν ἐξαιτοῦμεν, ἣν Κυρίῳ ηὐχήθης, μικρὸν πρὸ τῆς σφαγῆς μακαρία. Ἐλπίζοντες καὶ γὰρ ἐπὶ σὲ ἐπικαλούμεθά σου τὸ θεῖον ὄνομα, οἱ δοῦλοί σου ἐκ πίστεως, σῶσον ἡμᾶς οὖν ἐκβοῶντας·
Ἀλληλούϊα.
Ψάλλουσα ἐξετέλεις, τὸ μαρτύριον Κόρη, θερμῶς ἐπευχομένη τοῖς πᾶσι, ὅθεν νῦν συνοῦσα τῷ Χριστῷ, πρέσβευε καὶ τῶν συνωνυμούντων σοι, τοὺς πόθους πληρωθῆναι, οὓς ἐπίστασαι, ἵνα βοῶσι·
Χαῖρε, ἀγάπη πλεονεκτοῦσα·
χαῖρε, ἡμᾶς ὑπεραγαπῶσα.
Χαῖρε, κρείττονος ἡμᾶς μοίρας στηρίζουσα·
χαῖρε, τῆς ἡμῶν βιοτῆς ἡ ἐξάρχουσα.
Χαῖρε, τῶν συνωνυμούντων σου, προνοοῦσα κραταιῶς·
χαῖρε, ἔχουσα ἐξαίρετον, τὴν ἀγάπην εἰς ἡμᾶς.
Χαῖρε, χριστομιμήτως πρὸς σφαγῆς εὐχομένη·
χαῖρε, σαῖς ἱκεσίαις στερεώσασα κόσμου.
Χαῖρε, ἐλπὶς ἀρίστη τοῖς δούλοις σου·
χαῖρε τροφή, πεινώντων ἐν πνεύματι.
Χαῖρε, δι’ ἧς κραταιούμεθα πίστει·
χαῖρε, δι’ ἧσπερ εὐχαῖς σου βιοῦμεν.
Χαῖρε, Κόρη πανάφθορε.
Ὦ θεόσοφε κόρη, ἡ σοφὴ καὶ παρθένος, τοῦ Χριστοῦ μου ἡ νύμφη καὶ Μάρτυς (γ΄), ἡ ἁγνὴ καὶ καλὴ ἀληθῶς, τὸν ὡραῖον ποθοῦσα καὶ εὑροῦσα δὴ γλυκεῖαν ὅψιν, πρέσβευε ἵνα ᾄδωμεν ἐκβοῶντες·
Ἀλληλούϊα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου